Οἱ Κανόνες τῆς ἐν Γάγγρᾳ Συνόδου
καὶ ἡ Ἑρμηνεία τους ἀπὸ τοὺς Κανονολόγους.
Μέρος Α' «Προοίμιο»
Στο προοίμιό της, ἡ Σύνοδος τῆς Γάγγρας ἐξηγεῖ ἐπαρκῶς για ποιὸ λόγο συνῆλθε καὶ τὸ εἶδος τῶν προβλημάτων πού κλήθηκε να ἀντιμετωπίσει καθὼς καὶ ποιοὶ ἤταν οἱ ὑπαίτιοι.
Ὅπως θά δοῦμε ἀπὸ τοὺς Βυζαντινοὺς ἀλλὰ καὶ τοὺς Ὑστεροβυζαντινοὺς Κανονολόγους, ἡ ἐν Γάγγρᾳ Σύνοδος συνεκλήθη γιὰ νὰ ἀντιμετωπιστοῦν διάφορα προβλήματα ποὺ ἀνέκυψαν. Σταχυολογώντας τὸ προοίμιο τῆς Συνόδου, τὸ ὁποῖο θὰ ἐκθέσουμε παρακάτω, ἀλλὰ καὶ τὶς ἑρμηνεῖες τῶν Κανονολόγων ἐπὶ τῆς Συνόδου,θά δοῦμε πώς ὑπῆρξε μεγάλη ἀναταραχὴ ἐξαιτίας ὁρισμένων προβλημάτων. Τὰ προβλήματα αὐτὰ ποὺ περιγράφονται στὸ προοίμιο τῆς Συνόδου εἶναι τὰ ἑξῆς: Πίστευαν ὁρισμένοι ὅτι ὅποιος παντρευτεῖ δὲν ἔχει ἐλπίδα νὰ σωθεῖ. Δὲν πρέπει νὰ τρῶμε κρέας, ἀκόμη κι ἂν αὐτὸ δὲν προέρχεται ἀπὸ εἰδωλόθυτα ἤ ἀπὸ πνικτά.Καταφρονοῦσαν ὁρισμένοι τὶς διάφορες λατρευτικὲς συνάξεις ποὺ γίνονταν στὴν Ἐκκλησία. Δὲν κοινωνοῦσαν ὅταν ὁ Ἱερέας ἦταν ἔγγαμος. Ντύνονταν μὲ ξένα ἀμφιάσματα πρὸς τὴν ἰδιότητά τους.Γυναῖκες ντύνονταν μὲ ἀνδρικὰ ἐνδύματα καὶ ξύριζαν ἐντελῶς τὸ κεφάλι νομίζοντας πὼς ἔτσι κάνουν μεγαλύτερη ἄσκηση.Ἔπειθαν τοὺς παντρεμένους, τοὺς ἐλεύθερους καὶ τοὺς δούλους, νὰ ἐγκαταλείψουν τὴν οἰκογένειά τους καὶ νὰ φύγουν ἐπειδὴ δὲν εἶχαν ἐλπίδα νὰ σωθοῦν.Ὅλα αὐτὰ καὶ ἀλλὰ πολλὰ προέρχονταν ἀπὸ μία ὁμάδα ἀνθρώπων ποὺ προσπάθησαν νὰ τὰ εἰσάγουν στὴν Ἐκκλησία καὶ τὸ κατάφεραν μέχρις ἑνὸς σημείου παρασέρνοντας πολλοὺς μαζί τους. Γιὰ τὸ λόγο αὐτὸ λοιπὸν συνεκλήθη ἡ Σύνοδος τῆς Γάγγρας, γιὰ νὰ ὁριοθετήσει καὶ νὰ καταδικάσει αὐτὲς τὶς παρεκτροπὲς ἀπὸ τὴν ὀρθὴ τάξη τῆς Ἐκκλησίας.
Προοίμιο Ἀποφάσεων τῆς ἐν Γάγγρα Συνόδου (ἀναφέρεται για ποίους λόγους θέσπισε τοὺς συγκεκριμένους κανόνες), Κείμενο ὑπὸ Ἰωάννου Ζωναρᾶ: «Κυρίοις τιμιωτάτοις ἐν Ἀρμενία συλλειτουργοῖς Εὐσέβιος, Αἰλιανός, Εὐγένιος, Ὀλύμπιος, Βιθυνικός, Γρηγόριος, Φιλητός, Πάππος, Εὐλάλιος, Ὑπάτιος, Προαιρέσιος, Βασίλειος, Βάσσος, οἱ συνελθόντες εἰς τὴν κατὰ Γάγγραν ἁγίαν σύνοδον, ἐν Κυρίῳ χαίρειν. Ἐπειδὴ συνελθοῦσα ἡ ἁγιωτάτη Σύνοδος τῶν Ἐπισκόπων ἐν τῇ κατὰ Γάγγραν Ἐκκλησίᾳ διὰ τινὰς ἐκκλησιαστικὰς χρείας, ζητουμένων καὶ τῶν κατΈὐστάθιον, εὕρισκε πολλὰ ἀθέσμως γινόμενα ὑπὸ τούτων αὐτῶν τῶν περὶ Εὐστάθιον, ἀναγκαίως ὅρισε καὶ πᾶσι φανερὸν ποιήσαι ἐσπούδασεν εἰς ἀναίρεσιν τῶν ὑπ’αὐτοῦ κακῶς γινομένων. Καὶ γὰρ ἐκ τοῦ καταμέμφεσθαι αὐτοὺς τὸν γάμον καὶ ὑποτίθεσθαι ὅτι οὐδεὶς τῶν ἐν γάμῳ ὄντων ἐλπίδα παρὰ Θεῷ ἔχει, πολλαὶ γυναῖκες ὕπανδροι ἀπατηθεῖσαι τῶν ἑαυτῶν ἀνδρὼν ἀνεχώρησαν καὶ ἄνδρες τῶν ἰδίων γυναικὼν· εἴτα ἐν τῷ μεταξύ, μὴ δυνηθεῖσαι ἐγκρατεῖν, ἐμοιχεύθησαν καὶ διὰ τὴν τοιαύτην ὑπόθεσιν ὠνειδίσθησαν. Εὑρίσκοντο δὲ καὶ ἀναχωρήσεις ἐκ τῶν οἴκων τοῦ Θεοῦ καὶ τῆς Ἐκκλησίας ποιούμενοι, καταφρονητικῶς διακείμενοι κατὰ τῆς Ἐκκλησίας καὶ τῶν ἐν τῇ Ἐκκλησίᾳ, καὶ ἴδια συνάξεις ποιούμενοι καὶ ἐκκλησιάσεις καὶ διδασκαλίας ἑτέρας καὶ τὰ ἀλλὰ κατὰ τῶν Ἐκκλησιῶν καὶ τῶν ἐν τῇ Ἐκκλησίᾳ, ξένα ἀμφιάσματα ἐπὶ καταπτώσει τῆς κοινότητος τῶν ἀμφιασμάτων, συνάγοντες καρποφορίας τε ἐκκλησιαστικάς, τάς ἀνέκαθεν διδομένας τῇ Ἐκκλησίᾳ, ἑαυτοῖς καὶ τοῖς σὺν αὐτοῖς ὡς ἁγίοις τάς διαδόσεις ποιούμενοι, καὶ δοῦλοι δεσποτῶν ἀναχωροῦντες, καὶ διὰ τοῦ ξένου ἀμφιάσματος καταφρόνησιν κατὰ τῶν δεσποτῶν ποιούμενοι, καὶ γυναῖκες παρὰ τὸ σύνηθες ἀντὶ ἀμφιασμάτων γυναικείων ἀνδρικὰ ἀμφιάσματα ἀναλαμβάνουσαι, καὶ ἐκ τούτων οἰόμενοι δικαιοῦσθαι· πολλοὶ δὲ καὶ ἀποκείρονται προφάσει θεοσεβείας τὴν φύσιν τῆς κόμης τῆς γυναικείας· νηστείας τε ἐν Κυριακῇ ποιούμενοι καὶ τῆς ἁγιότητος τῆς ἐλευθέρας ἡμέρας καταφρονοῦντες καὶ τῶν νηστειῶν τῶν ἐν ταῖς Ἐκκλησίαις τεταγμένων ὑπερφρονοῦντες καὶ ἐσθίοντες· καί τινες τῶν αὐτῶν μεταλήψεις κρεῶν βδελυττόμενοι, καὶ ἐν οἴκοις γεγαμηκότων εὐχὰς ποιεῖσθαι μὴ βουλομενοι, καὶ γινομενων εὐχῶν καταφρονοῦντες, καὶ πολλάκις προσφορῶν ἐν αὐταῖς ταῖς οἰκίαις τῶν γεγαμηκότων γινομένων μὴ μεταλαμβάνοντες, καὶ πρεσβυτέρων γεγαμηκότων ὑπερφρονοῦντες, καὶ τῶν λειτουργιῶν τῶν ὑπ’αὐτῶν γινομένων μὴ ἁπτόμενοι, καὶ τάς συνάξεις τῶν μαρτύρων καὶ τῶν ἐκεῖ συνερχομένων καὶ λειτουργούντων καταγινώσκοντες· καὶ πλουσίων δὲ τῶν μὴ πάντων τῶν ὑπαρχόντων ἀναχωρούντων ὡς ἐλπίδα παρὰ Θεῷ μὴ ἐχόντων· καὶ πολλὰ ἀλλὰ, ἃ ἀριθμῆσαι οὐδεὶς δυνηθείη. Ἕκαστος γὰρ αὐτῶν, ἐπειδὴ τοῦ κανόνος τοῦ Ἐκκλησιαστικοῦ ἐξῆλθεν, ὥσπερ νόμους ἰδιάζοντος ἔσχεν. Οὔτε γὰρ κοινὴ γνώμη αὐτῶν ἁπάντων ἐγένετο· ἀλλ’ἕκαστος, ὅπερ ἂν ἐνεθυμήθη, τοῦτο προσέθηκεν ἐπὶ διαβολὴ τῆς Ἐκκλησίας καὶ ἑαυτοῦ βλάβη. Δι οὖν πάντα ἠναγκάσθη ἡ παραγενομένη ἐν Γάγγραις ἁγίᾳ Σύνοδος καταψηφίσασθαι αὐτῶν καὶ ὅρους ἐκθέσθαι ἐκτὸς αὐτοὺς εἶναι τῆς Ἐκκλησίας· εἰ δὲ μεταγνοῖεν καὶ ἀναθεματίζοιεν ἕκαστον τούτων τῶν κακῶς λεχθέντων, δεκτοὺς αὐτοὺς γίνεσθαι· καὶ διὰ τοῦτο ἐξέθετο ἡ ἁγία σύνοδος ἕκαστον, ὅ ὀφείλουσιν ἀναθεματίσαντες δεχθῆναι. Εἰ δέ τις μὴ πεισθείη τοῖς λεχθείσιν, ὡς αἱρετικὸν αὐτὸν ἀναθεματισθῆναι, καὶ εἶναι ἀκοινώνητον καὶ κεχωρισμένον τῆς Ἐκκλησίας· καὶ δεήσει τοὺς ἐπισκόπους ἐπὶ πάντων τῶν εὑρισκομένων παρ’αὐτοῖς τοιοῦτον παραφυλάξασθαι». PG 137, 1240A-1241A.
Παρόμοια εἶναι καὶ ἡ ἑρμηνεία τοῦ Ματθαίου Βλάσταρη περὶ τῶν λόγων για τοὺς ὁποίους συνῆλθε ἡ σύνοδος τῆς Γάγγρας.Πάλι ἔδω ὁ Εὐστάθιος εἶναι τὸ ἐπίκεντρο μὲ τις ἴδιες ἀκριβῶς ἀποκλείσεις τῶν μοναχῶν του ἀπὸ τὴν ὀρθὴ τάξη. ΜΑΤΘΑΙΟΣ ΒΛΑΣΤΑΡΗΣ «Σύνταγμα κατὰ στοιχεῖον τῶν Ἐμπεριειλημμένων ἁπασῶν ὑποθέσεων τοῖς Ἱεροῖς καὶ θείοις Κανόσι πονηθέν τε ἅμα καὶ συντεθὲν τῷ ἐν Ἱερομονάχοις ἐλαχίστῳ Ματθαίῳ τῷ Βλάσταρη, στοιχεῖον Β», Περὶ τῆς ἐν Γάγγρα Συνόδου: «Καὶ ἡ ἐν Γάγγρα δὲ τῇ μητροπόλει Παφλαγόνων σύνοδος μετὰ τὴν ἐν Νικαία πρώτην συνέστη κατά τινος Εὐσταθίου καὶ τῶν ὁμοδόξων ἐκείνῳ. Λέγεται γοῦν Εὐστάθιος οὐτωσί, ὡς ὁ Ἑρμείας Σῳζόμενος ἱστορεῖ, τὴν ἐν Σεβαστεία τῆς Ἀρμενίας Ἐκκλησίαν ἐπιτροπεύσαι, μοναχικῆς τε φιλοσοφίας ἄρξαι, καὶ τῆς ἐν ταύτῃ σπουδαίας ἀγωγῆς· ἐδεσμάτων τε ὧν χρῇ μετέχειν καὶ ἀπέχεσθαι διαιτήσαι, καὶ ἐσθῆτος ἡ δεῖ κεχρῆσθαι, ἠθῶν καὶ πολιτείας ἀκριβοῦς εἰσηγητὴς γενόμενος, ὡς καὶ τὴν ἀσκητικὴν βίβλον, ἥτις πατέρα καὶ δημιουργὸν τὸν μέγαν Βασίλειον ἐπιγράφεται, ἰσχυρίζεσθαί τινας αὐτῷ πονηθῆναι. Τοῦτο δὲ ψεῦδος ἀντικρὺ· ὀδοπωστιοὺν γὰρ ἐκείνῳ τὰ τῆς βίβλου ταύτης προσῆκεν· εἰ γὰρ καὶ ἐν λόγοις ὁ ἀνὴρ ἐθρυλλεῖτο καὶ τὸ ἦθος θαυμάσιος ἦν, καὶ ἰκανώτατος πείθειν, ὡς καὶ πολλοὺς τῶν ἐκπορνευομένων ἀνδρών τε καὶ γυναικὼν μεταπείσαι σώφρονα καὶ σπουδαῖον βίον ἑλέσθαι, ἀλλὰ τὸ ἀληθὲς εἰπεῖν, οὐ προσῆν καὶ τὸ δεινῶς γράφειν αὐτῷ, οὐδὲ γὰρ τὴν περὶ τούτου ἐπιστήμην ἐξήσκητο.Τοῦτον τοίνυν φασὶν ὑπὸ πολλῆς ἀκριβείας εἰς παραλόγους ἐπιτηρήσεις παντάπασιν ἐκπεσεῖν ἀπαδούσας κομιδὴ τῶν τῆς Ἐκκλησίας νόμων τε καὶ ἐθῶν. Οἱ δέ, αὐτὸν μὲν τοῦ ἐγκλήματος ἑξαιροῦσιν, ἐπαιτώνται δέ τινας τῶν αὐτοῦ μαθητῶν, ὡς τὸν ἔννομον διαβάλλοντας γάμον, πάσης σωτηρίας ἐλπίδα τοῖς τούτῳ συνεσχημένοις περιηρήσθαι· οἷς δὴ πειθόμενοι ἄνδρες τε καὶ γυναῖκες , οἱ μὲν τάς ἑαυτῶν ἐξωθοῦν, αἱ δὲ τοὺς ἄνδρας ἠφίεσαν, σωφροσύνης δῆθεν ἐφέσει, εἴτε τὸν ἄζυγα μὴ φέροντες βίον, εἰς μοιχείαν ἐξώλισθον. Ἀμέλει καὶ ἐν οἴκοις μεταλαμβάνειν ἠνείχοντο, ἀλλὰ καὶ τοὺς γεγαμηκότας τῶν πρεσβυτέρων ὑπερεφρόνουν · καὶ τάς μὲν τῶν Ἐκκλησιῶν ὠκειοῦντο καρποφορίας, τάς δὲ ἐν αὐταῖς συνάξεις αὐτοὶ καὶ τοῖς ἄλλοις ἐκτρέπεσθαι παρηγγύων, ἐν οἰκίαις δὲ μᾶλλον ἐκκλησιάζειν, κακεὶ ποιεῖσθαι τὴν κοινωνίαν. Οὐ μὴν ἀλλὰ καὶ τῶν ἱερῶν οἴκων, ἐν οἷς μαρτύρων ἀπέκειτο λείψανα, ὡς κοινῶν κατεφρόνουν· καὶ τάς μὲν ὁρισμένας νηστείας ἠθέτουν, ἐν ταῖς κυριακαῖς δὲ νηστεύειν μᾶλλον ἀνέπειθον· τὰ κρέα καὶ τοὺς ταῦτα ἐσθίοντας ἐβδελύσσοντο· τοὺς συνήθεις χιτῶνας καὶ στολὰς ἀμφιέννυσθαι οὐκ ἠξίουν, ἀλλὰ ξένας παντάπασι καὶ ἀήθεις. Γυναῖκες παρ’αὐτοῖς τὴν κόμην ἀποκειρόμεναι, στολαῖς ἀνδράσι πρεπούσαις ἐκέχρηντο· δούλοις, προσχήματι θεοσεβείας, τῶν δεσποτῶν ἀφίστασθαι συνεβούλευον· τοὺς χρήμασι πλουτοῦντας καὶ μὴ χαίρειν αὐτὰ καθάπαξ ἐῶντας, ἀμοιρήσειν τῆς τοῦ Θεοῦ βασιλείας διισχυρίζοντο· καὶ πλεῖστα ἕτερα παραπλησία τούτοις νεωτερίζοντες, ἐδίδασκόν τε καὶ ἐδογμάτιζον. Κατὰ τοίνυν τούτων τοὺς πλησιοχώρους φάσι συνδραμεῖν ἐπισκόπους, ἧ προειρήκαμεν, καὶ οὖς ἴσμεν κατὰ τῶν ταύτῃ φρονούντων ἐκθέσθαι κανόνας ἐννεακαίδεκα· ἀλλοτρίους δὲ κακείνους τῆς καθολικῆς Ἐκκλησίας ψηφίσασθαι, ἂν μὴ κατὰ τοὺς ὅρους τῆς συνόδου ἕκαστον τῶν σφῖοι νενομισμένων ἀποκηρύξωσιν· ἐντεῦθεν λόγος Εὐστάθιον ἐπιδεικνύμενον, ὡς οὐκ αὐθαδείας ἕνεκεν, ἀλλὰ τῆς κατὰ Θεὸν ἀσκήσεως εἰσηγεῖτο ταῦτα, καὶ ἐπετήδευεν ἀμείψαι τε τὴν στολήν, καὶ παραπλησίως τοῖς ἄλλοις ἱερεῦσι τάς προόδους ποιεῖσθαι.Ἐνόμιζε γὰρ ἔσεσθαι τὰ τελευταῖα τῶν πρόσθεν παραίτησιν, εἰ καὶ μηδὲν τῆς αὐτοῦ ἐπινοίας ἀπώνατο, οὐδὲ ἀποδρᾶναι ἴσχυσε τὸ μὴ οὐ δίκην ὑποσχεῖν τῶν τετολμημένων, τὴν τῆς ἱερωσύνης ἀφαίρεσιν.Οὐκ οἶδα δέ τι παθόντες οἱ θεῖοι οὔτοι Πατέρες, ἐφ’ἑκάστῳ κανόνι οὐκ ἀφορισμόν, ἀλλὰ τὸ ἀνάθεμα προσετίθεσαν,τὴν πολλὴν, οἶμαι, τῆς κακίας ῥύμην ἐκ περιουσίας ἀναστείλαι βουλόμενοι». PG 144,977A- 980B.
Ὁμοίως καὶ ὁ Χριστόφορος Προδρομίτης ἀναφέρει: «Χριστοφόρου «Κανονικόν» προθεωρία περὶ τῆς ἐν Γάγγρα Συνόδου για ποίους λόγους συνεκλήθη: «Ἡ ἐν Γάγγρα τῇ μητροπόλει τῶν Παφλαγόνων σύνοδος συνέστη ἐν ἔτει τλ΄ ἀπὸ Χριστοῦ (καθὼς σημειοῖ ὁ Λατῖνος πρὸ τῶν τοῦ Ζωναρᾶ ἐξηγήσεων, [κατὰ δὲ τὸν Δοσίθεον (εἰς σελ.976) ἐν ἔτει 340. Πηδάλιον Ἁγίου Νικοδήμου Ἁγιορείτου σελ. 396, σημείωση 1.] μετὰ τὴν ἐν Νικαία Α', ἐπὶ Κωνσταντίνου καὶ αὐτὴ τοῦ μεγάλου, κατὰ Εὐσταθίου τινὸς καὶ κατ’αὐτόν, ἐπιτροπεύσαντος τὴν ἐν Σεβαστεία τῆς Ἀρμενίας Ἐκκλησία. Πάσαις δὲ ταύταις ταῖς αἱρέσεσιν, ἂς ἑνὶ ἕκαστω ἑαυτῆς διαλαμβάνει ἡ ἁγία αὐτὴ σύνοδος κανόνι, ὑπαίτιοι ᾖσαν οἱ Εὐσταθιανοί (Βλέπε καὶ Πηδ. Σελ 396-7).
Ὁμοίως καὶ ὁ ὑστεροβυζαντινὸς κανονολόγος Κων/νος Ἀρμενόπουλος στο ἔργο τοῦ «Ἐπιτομὴ τῶν Θείων καὶ Ἱερῶν Κανόνων γενομένη παρὰ τοῦ Πανσεβάστου καὶ Νομοφύλακος καὶ Κριτοῦ Θεσσαλονίκης κυροῦ Κωνσταντίνου Ἀρμενόπουλου, PG 150,48B» τοὺς ἰδίους λόγους συγκλήσεως τῆς Συνόδου ἀναφέρει: «… Ἡ δὲ ἐν Γάγγρα, ἥτις μετὰ τὴν ἐν Νικαία συνέστη, κατά τινος Εὐσταθίου, τὸν γάμον διαβάλλοντος, καὶ ἀλλὰ παρὰ τὴν ἐκκλησιαστικὴν νουθετοῦντος παράδοσιν, ἃ καὶ καθ’ἕκαστον ἀναθεματίζει …».
Ζητᾶμε προκαταβολικὰ συγγνώμη ἀπὸ τοὺς ἀναγνῶστες μας γιὰ τὴν ἐμφάνιση τοῦ κειμένου καθὼς τὸ ἄωρον τῆς διαδυκτιακῆς ἐμπειρίας μας εἶναι ἐμφανὲς.
Ενδιαφέρον άρθρο. Περιμένω και τη συνέχεια.
ΑπάντησηΔιαγραφήΑγαθοκλής
Ἀγαπητὲ Ἀγαθοκλῆ σ’εὐχαριστῶ γιὰ τὰ λόγια σου.
ΑπάντησηΔιαγραφή