Κανόνες τῆς Συνόδου τῆς Γάγγρας.
1ος Κανὼν: «Εἴ τις τὸν γάμον μέμφοιτο, καὶ τὴν καθεύδουσαν μετὰ τοῦ ἀνδρὸς αὐτῆς, οὖσαν πιστὴν καὶ εὐλαβῆ, βδελύσσοιτο ἡ μέμφοιτο, ὡς ἂν μὴ δυναμένην εἰς βασιλείαν εἰσελθεῖν, ἀνάθεμα ἔστω».
Ἀναφέρεται σὲ αὐτούς που σιχαίνονταν να συνάψουν γάμο γιατὶ θεωροῦσαν ὅτι δεν θὰ κληρονομήσουν τήν βασιλεία τῶν Οὐρανῶν ἂν εἶναι ἔγγαμοι.Θέλοντας να σταματήσει αὐτὸ τὸ κακὸ ἡ Σύνοδος ,νομοθέτησε διὰ τοῦ 1ου κανόνα τῆς να ἀναθεματίζονται ὅσοι συνεχίζουν να τὰ πιστεύουν αὐτά.
Βαλσαμών: «Φησὶν ὁ μέγας Ἀπόστολος.Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος καὶ ἀλλαχοῦ πάλιν· Ἐν ὑστέροις καιροῖς ἀποστῆναί τινες τῆς πίστεως ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν καὶ τὰ ἑξῆς.Καὶ αὔθις· Πάντα καθαρὰ τοῖς καθαροῖς τοῖς δὲ μεμιασμένοις καὶ ἀπιστοῖς οὐδὲν καθαρὸν ἀλλὰ μεμίανται αὐτῶν καὶ ἡ ψυχὴ καὶ ἡ συνείδησις.Τούτοις ἑπομένη καὶ ἡ παροῦσα σύνοδος, τοὺς ἀκάθαρτον ἡγουμένους τὸν γάμον καὶ τὴν ἔννομον μῖξιν βδελυσσομένους ἀναθεματίζειν.Ἀνάγνωθι καὶ τὸν να' κανόνα τῶν ἁγίων ἀποστόλων καὶ εἰπὲ ἐξ ἀντιδιαστολῆς μὴ κολάζεσθαι τοὺς μυσαττομένους καὶ διώκοντας τάς μοιχαλίδας καὶ ἀπίστους γυναίκας αὐτῶν».
Τὴν ἴδια ἑρμηνεία δίνει καὶ ὁ Ζωναρᾶς.
Ὁ Ἀριστηνὸς σημειώνει ἐπὶ λέξει: «Τῷ ἀθετούντι τὸν νόμιμον γάμον ἀνάθεμα». PG 137,1241B.
Ὁ Ματθαῖος Βλάσταρης στο ἔργο τοῦ «Σύνταγμα κατὰ στοιχεῖον τῶν Ἐμπεριειλημμένων ἁπασῶν ὑποθέσεων τοῖς Ἱεροῖς καὶ θείοις Κανόσι πονηθέν τε ἅμα καὶ συντεθὲν τῷ ἐν Ἱερομονάχοις ἐλαχίστῳ Ματθαίῳ τῷ Βλάσταρη, στοιχεῖον Β» ἀναφέρει περὶ τοῦ α' κανόνα: « Ὁ δὲ ἐν τῇ Γάγγρᾳ α' (Κανών) τῷ ἀναθέματι παραπέμπει, ὃς ἀκάθαρτον εἶναι τὸν νόμιμον γάμον ἡγεῖται, καὶ τὴν ἀνδρὶ συνεζευγμένην κοσμίαν γυναῖκα καὶ σώφρονα βδελυσσόμενος, διὰ τὴν πρὸς τὸν σύντονον ὁμιλίαν, ἅτε μὴ δυναμένην ἐντεῦθεν τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν.Φησὶ γὰρ ὁ Ἀπόστολος· «Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος» καὶ πάλιν «Ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως ἐν ὑποκρίσει ψευδολόγων καὶ κεκαυτηριασμένων τὴν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν». PG 144,1136CD.
Ὁ Ματθαῖος Βλάσταρης στο ἴδιο θέμα τῆς ἐκδίωξης τῆς συζύγου προφάσει εὐλαβείας στο «Σύνταγμα… στοιχεῖον Γ', κεφ.ιστ'. Περὶ τῶν τάς ἰδίας γυναῖκας προφάσει εὐλαβείας ἐκβαλλόντων κληρικῶν» σημειώνει: «Ὁ ε'τῶν ἁγίων ἀποστόλων κανὼν ἐπίσκοπον, ἤ πρεσβύτερον, ἤ διάκονον, τὴν ἑαυτοῦ γυναῖκα, προφάσει εὐλαβείας, ἐκβάλλοντα, ἀφορίζει, μέχρις ἂν αὔθις προσλάβηται, ἐπιμένοντα δέ, καθαιρεῖ. Τοῦτο γὰρ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις ἐθέσπισε, μὴ ἐξεῖναί τινι τῷ παλαιῷ προσέχοντι νόμῳ, ὅτε βούλοιτο τὴν ἰδίαν ἐκβάλλειν γυναῖκα χωρὶς ἀπειρημένης αἰτίας.Ἔοικε γὰρ τὸν γάμον διαβαλεῖν , ὡς ἀκάθαρτον ὃν τὸ νομίμως μίγνυσθαι. Τίμιον δὲ ἡ Γραφὴ τὸν γάμον ἀπεφήνατο, καὶ τὴν κοίτην ἀμίαντον». Βλέπε καὶ Πηδάλιον σελ.395-405.
Συμφωνία τοῦ 1ου κανόνα τῆς ἐν Γάγγρᾳ Συνόδου μὲ τοὺς:
Ἀποστολικοὶ, ε', να' - ΣΤ΄, ιγ' - Γάγγρας δ', θ', ιδ'.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.