14 Νοε 2010

Οἱ Κανόνες τῆς ἐν Γάγγρᾳ Συνόδου καὶ ἡ Ἑρμηνεία τους ἀπὸ τοὺς Κανονολόγους. Μέρος Β' «2ος Κανὼν»


Οἱ Κανόνες τῆς ἐν Γάγγρᾳ Συνόδου 
καὶ ἡ Ἑρμηνεία τους ἀπὸ τοὺς Κανονολόγους. 
Μέρος Β' «2ος Κανὼν»

 2ος Κανὼν: «Εἴ τις ἐσθίοντα κρέα χωρὶς αἵματος καὶ εἰδωλοθύτου καὶ πνικτοῦ μετ'εὐλαβείας καὶ πίστεως κατακρίνοι, ὡς ἂν διὰ τὸ μεταλαμβάνειν ἐλπίδα μὴ ἔχοντα, ἀνάθεμα ἔστω».

 Οἱ παραβάτες ἐδῶ κατέκριναν αὐτοὺς ποὺ ἔτρωγαν κρέας τὸ ὁποῖο δὲν θυσιάσθηκε στὰ εἴδωλα οὔτε προερχόταν από πνικτό ζῶο καὶ τοὺς ἔλεγαν ὅτι δὲν ἔχουν ἐλπίδα σωτηρίας. Θέλοντας νὰ σταματήσει αὐτὴ τὴν πλανεμένη κριτικὴ ἡ Σύνοδος, θέσπισε τὸν 2ο Κανόνα της ποὺ ἀναθεματίζει ὅσους τοὺς κατακρινοῦν ἀδίκως αὐτοὺς ποὺ τρῶνε κρέατα.
   
 Ἂς δοῦμε καὶ τὴν ἑρμηνεία που δίνουν οἱ Κανονολόγοι στον κανόνα αὐτόν.
 Βαλσαμών: «Γέγραπται ἐν τῇ βίβλῳ τῶν Πράξεων ὅτι, ἀμφιβολίας γενομένης εἰ δεῖ τοὺς πιστεύοντας περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον,ὁ μὲν τῶν ἀποστόλων κορυφαιότατος Πέτρος ἐδημηγόρευσεν, ὅσα ἐκεῖ ὁ θεῖος Λουκᾶς ἱστόρησεν· ὁ δὲ ἀδελφόθεος Ἰάκωβος ἔφη μὴ δεῖν παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν, ἀλλ’ἀπέχεσθαι αὐτοὺς τῶν εἰδωλοθύτων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος.Ἀκολούθως οὖν καὶ ὁ παρὼν κανὼν ἀναθεματίζει τοὺς κατακρίνοντας τὸν ἐσθίοντα κρέα χωρὶς ἐπιτηδευτοῦ αἵματος ἤ εἰδωλοθύτου ἤ πνικτοῦ.Ἀνάγνωθι καὶ τῶν ἁγίων ἀποστόλων κανόνα ξγ' κα' τῆς ΣΤ΄ συνόδου κανόνα ξζ΄».

 Ὁμοίως καὶ ὁ Ζωναρᾶς τὴν ἴδια ἑρμηνεία δίνει: «Γέγραπται ἐν τῇ βίβλῳ τῶν Πράξεων ὅτι, ἀμφιβολίας γενομένης εἰ δεῖ τοὺς πιστεύοντας περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον, ὁ μὲν τῶν ἀποστόλων κορυφαιότατος Πέτρος ἐδημηγόρευσεν , ὅσα ἐκεῖ ὁ θεῖος Λουκᾶς ἰστόρησεν · ὁ δὲ ἀδελφόθεος Ἰάκωβος ἔφη μὴ δεῖν παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν, ἀλλ’ἀπέχεσθαι αὐτοὺς τῶν εἰδωλοθύτων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοὺ καὶ τοῦ αἵματος.Ταύτην τὴν Ἀποστολικὴν διαταγὴν τηροῦντες καὶ οἱ τῆς παρούσης, τὸν ἐσθίοντα κρέα, καὶ οὐχ αἷμα ἐξ ἐπιτηδεύσεως ἑψόμενον καὶ πηγνύμενον, οὔτε εἰδωλόθυτον, οὔτε πνικτόν, μὴ βδελύττεσθαι, μηδὲ κατακρίνεσθαι ὥρισε · τὸν δὲ κατακρίνοντα αὐτὸν ὑπὸ ἀνάθεμα ἐποιήσατο».

 Ὁ Ἀριστηνὸς μας λέει ὅτι αὐτός που κατακρίνει τὸν ἄλλο που τρώει κρέας χωρὶς αὐτὸ να προέρχεται ἀπὸ εἰδωλόθυτα  ἤ πνικτὰ να εἶναι ἀνάθεμα. PG 137,1244A-C.

 Για τὸ θέμα τοῦ βδελυγμοῦ τῶν κρεάτων ὑπάρχει ΕΠΙΣΗΣ καὶ ὁ ΚΘ' Κανόνας τοῦ Μ. Βασιλείου: «Ἐκεῖνο γε μὴν γέλοιόν μοι κατεφάνη, τὸ εὔξασθαί τινα ὑείων ἀπέχεσθαι κρεῶν. Ὥστε καταξίωσον διδάσκειν αὐτούς, τῶν ἀπαιδεύτων προσευχῶν καὶ ἐπαγγελιῶν ἀπέχεσθαι, τὴν μὲν τοι χρῆσιν ἀδιάφορον εἶναι συγχώρησον. Οὐδὲν γὰρ κτίσμα Θεοῦ ἀπόβλητον, μετ' εὐχαριστίας λαμβανόμενον, ὥστε ἡ εὐχὴ καταγέλαστος, οὐχ ἡ ἀποχὴ ἀναγκαία».

 Τὸν κανόνα αὐτὸ τὸν ἐρμηνεύουν οἱ Ζωναρᾶς καὶ Ἀριστηνός ὡς ἑξῆς: α) Ζωναρᾶς: «Ηὔξατό τις μὴ φαγεῖν χοιρεία κρέα εὔξασθαι γάρ, τὸ ἐπαγγείλασθαι καὶ ὑποσχέσθαι ἐστίν,ὡς τὸ, Εὔξασθε καὶ ἀποδότε.Ἠρωτήθη οὖν ὁ ἅγιος, εἰ ἔξεστι παραβῆναι τὴν τοιαύτην εὐχὴν τὸν ταύτην εὐξάμενον, καὶ ἀπεκριθη, γέλωτος ἄξιον αὐτῷ δοκεῖν τὸ πρᾶγμα ὥστε,φησί, χρῆσθαι μέν,ἤτοι ἐσθίειν τὰ ὑεία κρέα,ἐπίτρεψον τῷ εὐξαμένῳ τὴν αὐτῶν ἀποχήν, δίδαξον δὲ ἀπέχεσθαι τῶν ἀπαιδεύτων προσευχῶν, ἤτοι τῶν ἀλογίστων ἐπαγγελιῶν, καὶ μὴ προχείρους εἶναι εἰς τοιαύτας εὐχὰς οὐδὲν γὰρ κτίσμα Θεοῦ ἀπόβλητον, μετ’εὐχαριστίας λαμβανόμενον καὶ ἐπεί φησι, τοῦτο ὡς ἔχει, ἡ εὐχὴ καταγέλαστος τοιαύτης δὲ τῆς εὐχῆς οὔσης, οὐκ ἀναγκαία ἡ τῶν ὑείων κρεῶν ἀποχή» καὶ β) Ἀριστηνός: «Ὁ κρεῶν ἀποχὴν ὑειων εὐξάμενος, γελοῖος δεκτεος δέ, εἰ μεταλήψοιτο. Ηὔξατό τις ἀπέχεσθαι χοιρείων κρεῶν γελοῖος οὗτος, ὡς ἀπαίδευτα προσευχόμενος καὶ ἐπαγγελλόμενος οὐδὲν γὰρ κτίσμα Θεοῦ ἀπόβλητον μετ’εὐχαριστίας μεταλαμβανόμενον. Δεῖ γοῦν συγχωρηθῆναι αὐτῷ τὴν μετάληψιν τῶν κρεῶν, ὧν ἀπέχειν ἑπηύξατο, διδαχθῆναι δὲ μὴ ἀπαιδεύτους πρὸς Θεὸν ἐπαγγελίας ποιεῖσθαι», (Σύνταγμα Θείων καὶ Ἱερῶν Κανόνων, Τόμος Δ', σελ. 165).  

 Ἡ ἀποχὴ ἀπὸ τή βρώση τῶν κρεάτων κατὰ τὸν Βαλσαμών ἦταν ἰδίωμα τῆς αἱρέσεως τῶν Ἐγκρατιτῶν οἱ ὁποῖοι σιχαίνονταν τὴν βρώση τῶν κρεάτων «ἐβδελύσσοντο τοῦ σαρκοφαγεῖν», (Σ.Δ.σελ.257). Ὁ ἴδιος συστήνει στην ἴδια ἀπόκρισή του ὅτι «διακρίνοντες δὲ καὶ χωρίζοντες τὸ βλαβερὸν χρώμεθα τῷ μὴ βλάπτοντι», (Σ.Δ.σελ.258).



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου